previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέχρι τοῦδε Καρμανίη: τὰ δὲ ἀπὸ τοῦδε Πέρσαι ἔχουσι. μῆκος τοῦ πλόου παρὰ τὴν Καρμανίων χώρην στάδιοι τρισχίλιοι καὶ ἑπτακόσιοι. ζώουσι δὲ κατάπερ Πέρσαι, ὅτι καὶ ὅμουροί εἰσι Πέρσῃσι: καὶ τὰ ἐς τὸν πόλεμον ὡσαύτως κοσμέονται. [2] ἐνθένδε ἄραντες παρὰ τὴν Περσίδα ἤδη ἔπλωον, καὶ κατάγονται ἐς Ἴλαν χῶρον, ἵνα λιμὴν πρὸς νήσου σμικρῆς καὶ ἐρήμης γίνεται: οὔνομα τῇ νήσῳ Καΐκανδρος, δὲ πλόος στάδιοι τετρακόσιοι. [3] ὑπὸ δὲ τὴν ἕω ἐς ἄλλην νῆσον πλώσαντες ὁρμίζονται οἰκεομένην, ἵνα καὶ μαργαρίτην θηρᾶσθαι λέγει Νέαρχος κατάπερ ἐν τῇ Ἰνδῶν θαλάσσῃ. ταύτης τῆς νήσου τὴν ἄκρην παραπλώσαντες σταδίους ὡς τεσσαράκοντα, ἐνθαῦτα ὡρμίσθησαν. [4] ἐνθένδε πρὸς οὔρεϊ ὁρμίζονται ὑψηλῷὮχος οὔνομα τῷ οὔρεϊἔν λιμένι εὐόρμῳ, καὶ ἁλιέες αὐτόθι ᾤκεον. [5] καὶ ἔνθεν πλώσαντες σταδίους τετρακοσίους τε καὶ πεντήκοντα, ὁρμίζονται ἐν Ἀποστάνοισι: καὶ πλοῖα πολλὰ αὐτόθι ὥρμεε, κώμη τε ἐπῆν ἀπέχουσα ἀπὸ θαλάσσης σταδίους ἑξήκοντα. [6] νυκτὸς δέ ἄραντες ἐνθεῦτεν ἐσπλώουσιν ἐς κόλπον συνοικεόμενον πολλῇσι κώμῃσι. στάδιοι τοῦ [p. 49] πλόου τετρακόσιοι: ὁρμίζονται δὲ πρὸς ὑπωρείῃ. ταύτῃ φοίνικές τε πολλοὶ ἐπεφύκεσαν καὶ ὅσα ἄλλα ἀκρόδρυα ἐν τῇ Ἑλλάδι φύεται. [7 ] ἐνθένδε ἄραντες ἐς Γώγανα παραπλώουσι σταδίους μάλιστα ἐς ἑξακοσίους ἐς χώρην οἰκεομένην: ὁρμίζονται δέ ποταμοῦ χειμαρρόουοὔνομα δέ οἱ Ἀρεώνἐν τῇσιν ἐκβολῇσιν. ἐνθαῦτα χαλεπῶς ὁρμίζονται: στεινὸς γὰρ ἦν ἔσπλοος κατὰ τὸ στόμα, ὅτι βραχέα τὰ κύκλῳ αὐτοῦ ἀνάπωτις ἐποίεε. [8] καὶ ἔνθεν αὖ ἐν στόματι ἄλλου ποταμοῦ ὁρμίζονται, διεκπλώσαντες σταδίους ἐς ὀκτακοσίους: Σιτακὸς οὔνομα τῷ ποταμῷ ἦν. ἀλλὰ οὐδὲ ἐν τούτῳ εὐμαρέως ὁρμίζονται, καὶ πλόος ἅπας οὗτος παρὰ τὴν Περσίδα βραχέα τε ἦν καὶ ῥηχίη καὶ τενάγεα. [9] ἐνθαῦτα σῖτον καταλαμβάνουσι πολλὸν συγκεκομισμένον κατὰ πρόσταξιν τοῦ βασιλέος, ὡς σφίσιν εἶναι ἐπισιτίσασθαι: ἐνθαῦτα ἔμειναν ἡμέρας τὰς πάσας μίαν καὶ εἴκοσι, καὶ τὰς νέας ἀνειρυσάμενοι, ὅσαι μὲν ἐπεπονήκεσαν ἐπεσκεύαζον, τὰς δὲ ἄλλας ἐθεράπευον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), CARMA´NIA
    • Dictionary of Greek and Roman Geography (1854), MESA´MBRIA
    • Dictionary of Greek and Roman Geography (1854), SITACUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: